Αναρτήσεις

Προβολή αναρτήσεων από Ιούλιος, 2018

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ

Εικόνα
ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ Τὴν Μυροβλύτισσαν τὴν ἐν Ἄνδρῳ. Ποίημα Θεοτέκνης μοναχῆς Ἁγιοστεφανιτίσσης Εὐλογήσαντος τοῦ ἱερέως τὸ "Κύριε εἰσάκουσον" μεθ᾿ ὅ τὸ " Θεὸς Κύριος" καὶ τὰ ἐξῆς: Ἦχος Δ΄, Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ. Ὑπεριδοῦσα τὰς ἡμῶν ἁμαρτίας, τὰς πληθυνθείσας ἐπ᾿ ἐσχάτων τῶν χρόνων, ἐν τῇ στοργῇ σου Δέσποινα, φρουρεῖς τὸν λαόν, ἐν πολλοῖς σκηνώμασι, τὴν σὴν αὔξουσα χάριν, ἐν τῇ νήσῳ Ἄνδρῳ δέ, ἐξαιρέτως ἁπλοῦσα, σὴν παναγίαν σκέπην καὶ τερπνόν, ῥέουσα μύρον, Ἁγνή Μυροστάλακτε. Δόξα Πατρί. Καὶ νῦν. Μυροβλιτίσσης τῇ πανσέπτῳ Εἰκόνι, ἐν Νικολάῳ τοῦ ἐν Μύροις Σεμνείῳ, ἐν εὐλαβείᾳ σπεύσωμεν ἐν Ἅνδρῳ πιστοί, καὶ γονυπετήσωμεν πρὸ αὐτῆς κατανύξει· βρύει γὰρ ἰάματα, καὶ πολύτιμον μύρον, ὅ εὐωδίαν ἔχει θαυμαστήν, καὶ Παραδείσου, τὴν πρόγευσιν δίδωσιν. Ὁ Ν΄ Ψαλμός. Καὶ ὁ κανών, οὗ ἡ ἀκοστιχίς: "Μυροτόκε εὔφρανον σὴν δούλην μύροις.Θ.( εοτέκνη )". Ὠͺδὴ α ΄. Ἦχος πλ.δ΄. Ὑγρὰ διοδεύσας. ( Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶ