ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ Τὴν Μυροβλύτισσαν τὴν ἐν Ἄνδρῳ.
Ποίημα Θεοτέκνης μοναχῆς Ἁγιοστεφανιτίσσης Εὐλογήσαντος τοῦ ἱερέως τὸ "Κύριε εἰσάκουσον" μεθ᾿ ὅ τὸ " Θεὸς Κύριος" καὶ τὰ ἐξῆς: Ἦχος Δ΄, Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ. Ὑπεριδοῦσα τὰς ἡμῶν ἁμαρτίας, τὰς πληθυνθείσας ἐπ᾿ ἐσχάτων τῶν χρόνων, ἐν τῇ στοργῇ σου Δέσποινα, φρουρεῖς τὸν λαόν, ἐν πολλοῖς σκηνώμασι, τὴν σὴν αὔξουσα χάριν, ἐν τῇ νήσῳ Ἄνδρῳ δέ, ἐξαιρέτως ἁπλοῦσα, σὴν παναγίαν σκέπην καὶ τερπνόν, ῥέουσα μύρον, Ἁγνή Μυροστάλακτε. Δόξα Πατρί. Καὶ νῦν. Μυροβλιτίσσης τῇ πανσέπτῳ Εἰκόνι, ἐν Νικολάῳ τοῦ ἐν Μύροις Σεμνείῳ, ἐν εὐλαβείᾳ σπεύσωμεν ἐν Ἅνδρῳ πιστοί, καὶ γονυπετήσωμεν πρὸ αὐτῆς κατανύξει· βρύει γὰρ ἰάματα, καὶ πολύτιμον μύρον, ὅ εὐωδίαν ἔχει θαυμαστήν, καὶ Παραδείσου, τὴν πρόγευσιν δίδωσιν. Ὁ Ν΄ Ψαλμός. Καὶ ὁ κανών, οὗ ἡ ἀκοστιχίς: "Μυροτόκε εὔφρανον σὴν δούλην μύροις.Θ.( εοτέκνη )". Ὠͺδὴ α ΄. Ἦχος πλ.δ΄. Ὑγρὰ διοδεύσας. ( Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς ) Μνήμην σου ἁγίαν ἐπιτελεῖν, καὶ τὴν σὴν Ἐσθῆτα, λιτανεύειν χαρμονικῶς, ἐν Μάνδρᾳ τοῦ θείου Νικολάου, ἀξιωθείημεν Κόρη πανύμνητε. Ὕβριν ἀθεΐας θεομισῆ, σοῖς ἁγίοις μύροις, κατανίκησον Ἀγαθή, καὶ πίστην χορήγει ταῖς καρδίαις, τῶν προσκυνούντων σὸν θεῖον ἐκτύπωμα. Ῥίζης Θεοτόκε ἐξ Ἰεσσαί, τὸν Σωτῆρα κόσμου, ἐξεβλάστησας Ἰησοῦν, ὅν ὡς μήτηρ εὔστοργος δυσώπει, ἁμαρτιῶν ἡμῖν δοῦναι συγχώρησιν. Ὅλος ἠλλοιώθην ἐν θαυμασμῷ, σὴν σεπτὴν Εἰκόνα, Μυροβλύτισσα καθορῶν, ἐν Ἄνδρῳ προχέουσαν τὰ μύρα, καὶ εὐωδίας πληροῦσαν τὰ σύμπαντα. Ὠͺδὴ γ΄.Οὐρανίας ἁψῖδος. Τείχισόν μου τὰς φρένας, καὶ τὴν ψυχὴν Δέσποινα, ἐξ ᾿ ἐπηρειῶν ὀλεθρίων, τοῦ πολεμήτορος, καὶ δὸς κατάνυξιν, ἐν τῇ ψυχῇ μου καὶ νῆψιν, ὅπως πόθῳ ᾄδω σοι, Κόρη Πανύμνητε. Ὀλοφύρομαι πένθει, κατανοῶν πταίσματα, καὶ ἁμαρτιῶν μου τὰ πλήθη, Νύμφη Πανάσπιλε, ἀλλὰ προσέρχομαι, τῇ σῇ πολλῇ εὐσπλαγχνίᾳ, καὶ λιτάζω Ἄνασσα, ἐλεηθῆναι με. Κολυμβήθρα ὠς ὄντως, τοῦ Σιλωάμ πέφυκας, ῥύουσα ἐκ νόσων παντοίων καὶ περιστάσεων, τοὺς μυροπόλους σου, προσκυνητὰς ἐν τῇ Ἄνδρῳ, τοὺς πιστῶς σοι σπεύδοντας, Θεοχαρίτωτε. Εὐμενεῖ διαθέσει, καὶ προσηνεῖ βλέμματι, τῷ σῷ ἀναξίῳ οἰκέτῃ, Μῆτερ ἐπίβλεψον, καὶ δὸς τὴν ἔλλαμψιν, πνευματικῆς θεωρίας, καὶ τῆς κατανύξεως, Χάριν παράσχου μοι. Ἐπίσκεψαι, ἐν εὐλογίαις τοὺς δούλους σου, Μυροτόκε, τοὺς ἐν εὐλαβεία τῆ σῇ Εἰκόνι προσπίπτοντας καὶ χριομένους τοῖς θείοις σου μύροις. Ἐπίβλεψον, ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος. Αἴτησις καὶ τὸ Κάθισμα Ἦχος β΄.Πρεσβεία θερμή. Κρουνὸς δαψιλής,τῆς χάριτος ὑπάρχουσα, καὶ θείᾳ στοργῇ τὰ σύμπαντα ἐγγίζουσα, δωρεὰν προχέεις μοι, πανευώδη μύρα Πανάχραντε, καὶ σώζεις ἐκ νόσων χαλεπῶν, τοὺς σοὺς ὑμνητάς, Πηγὴ Μυρόεσσα. Ὠͺδὴ δ΄. Εἰσακήκοα Κύριε. Ἐπαξίως ὑμνῆσαί σε, μηδέ οἱ Ἀρχάγγελοι Μῆτερ δύνανται, πῶς ἐγὼ δὲ ὁ πανάθλιος, τὴν σεπτήν εἰκόνα σου ἀσπάσομαι. Ὑετὸν τῶν χαρίτων σου, νήσῳ ἐν τῇ Ἄνδρῳ Σεμνή ὀμβρίζουσα, μυροβόλον κρήνην ἔδειξας," Ῥίζης Ἰεσσαί", σεπτὸν ἐκτύπωμα. Φυγαδεύσειας Ἄχραντε, ἐπιχρίσει μύρου τοῦ παναγίου σου, τῶν δαιμόνων τὰ στρατεύματα, λογισμοῖς βεβήλοις τυραννοῦντά με. Ῥάντισόν με Μυρόῤῥαντε, ἄνωθεν τῷ μύρῳ τῆς εὐσπλαγχνίας σου, καὶ ἀγῶνας πρὸς ἀμείνονας, μυρελαίῳ θείῳ με ὑπάλειψον. Ὠͺδὴ ε ΄. Φώτισον ἡμᾶς. Ἄσμασι τερπνοῖς, καθ ᾿ ἑκάστην καταξίωσον, ἀνυμνεῖν σε Μυροβλύτισσα Ἁγνή, καὶ θυμίαμα προσφέρειν τῇ Εἰκόνι σου. Νόσους τῶν πιστῶν, καὶ ψυχῶν δεινὰ ὀχλήματα, τῷ σῷ μύρῳ Ἀνδριώτισσα Κυρά, τῇ εὐστόργῳ ἀντιλήψει σου θεράπευσον. Οἶκον ποθητόν, ἁγιάσματος ἀνέδειξας τὴν ἐν Ἄνδρῳ ἱερὰν καταφυγήν, Παραδείσου ὡ ἐπέκτασιν Μυρόπνοε. Νάμα τὸ ἡδύ,εὐφροσύνης σου Μυρόβλυτε, ἀναπέμπεις ταῖς καρδίαις τῶν πιστῶν, θυμηδίαν τε παρέχεις τοῖς οἰκέταις σου. Ὠͺδὴ στ΄. Τὴν δέησιν. Σωσίβιον σωτηρίας πέφυκε, σὴ μυρόῤῥαντος σινδόνη Παρθένε, τῇ ἐκ πνιγμοῦ ἐκλιπούσῃ παιδίσκῃ, καὶ ἐπαφῇ τῆς σῆς χάριτος Δέσποινα, ἐλθούσῃ πάλιν εἰς ζωήν, Ζωοδόχε Πηγή Μυροβλύτισσα. Ἠλλοίωσας τὴν ψυχήν μου Ἄνασσα, τῇ τερπνῇ σου εὐωδίᾳ ἥν χέεις, ἐκ τῆς ἁγίας Εἰκόνος σου Μῆτερ, καὶ ἐξιστᾷς τῶν Ἀγγέλων τὰ τάγματα, καὶ τῶν ἀνθρώπων τὴν πληθύν, πλησμονῇ σῆς ἀφάτου χρηστότητος. Ναυάγια ψυχικὰ καὶ τραύματα, τὸν ἡμέτερον ταράττουσι βίον, ἀλλὰ σὺ Μῆτερ ὡς Ἔφορος οὖσα, διὰ Ζώνης τῆς θείας σου ἔλκυσον, εἰς σωτηρίας γαληνούς, καὶ εὐδίους λιμένας τοὺς δούλους σου. Δευτέρωσον, ὦ ἀστήρ Μυρόφεγγες, τὰ ἐλέη σου, τὰ πρῶτα σῷ τέκνῳ, καὶ τὴν ἀρχήν μετανοίας συντόνου, βαλεῖν Κυρία ταχύ μοι βοήθησον, ὡς ἄν δοξάζω σε θερμῶς, καθ ᾿ ἡμέραν Ἁγνή Μυρο- βλύτισσα. Ἐπίσκεψαι, ἐν εὐλογίαις τοὺς δούλους σου, Μυροτόκε, τοὺς ἐν εὐλαβείᾳ τῇ σῇ Εἰκόνι προσπίπτοντας, καὶ χριομένους τοῖς θείοις σου μύροις. Ἄχραντε ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικήν παῤῥησίαν. Αἴτησις καὶ τὸ Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου. Ὠς τῶν ἀγγέλων ὁ αἶνος ὁ ἄφθιτος, καὶ ἰσαγγέλων τρυφὴ ἡ ἀτίμητος, Παναγία Κυρὰ Ἀνδριώτισσα, τὰ σὰ τέκνα εὐσπλάγχνως χαρίτωσον, ἀεὶ προσβλέπειν εἰς Ἄνω Σκηνώματα. Καὶ εὐθύς τὸ Προκείμενον. Μνησθήσομαι τοῦ ὀνόματόςσου ἐν πάσα γενεᾷ καὶ γενεᾷ.
Στίχος: Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου καὶ ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ Πατρός σου, καὶ ἐπιθυμήσει ὁ Βασιλεύς τοῦ κάλλους σου. Στίχος:Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι του λαοῦ. Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ.α ΄, 39-49- κεφ.α ΄,56) Ἐν ταῖς ἡμέραις ἐκείναις , ἀναστᾶσα Μαριάμ, ἐπορεύθη εἰς τὴν Ὀρεινὴν μετὰ σπουδῆς, εἰς πόλιν Ἰούδα· καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο , ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς· καὶ ἐπλήσθη Πνεύματος ἡ Ἐλισάβετ, καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· Εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρὸς με; Ἰδού γὰρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρά Κυρίου. Καὶ εἶπε Μαριάμ· Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου, ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ. Ἰδού γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατὸς καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς. Δόξα Πατρί Ταῖς τῆς Παναχράντου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων. Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου , πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων. Καὶ τὸ παρὼν προσόμοιον, Στίχος: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἦχος πλ.β΄. Ὅλην ἀποθέμενοι. Νεφέλη Μυρόβροχε, καὶ Μυροστά- λακτε Θρόνε, ἡ ψυχή μου χάριτι, ἐκολλήθη Ἄχραντε τῇ Εἰκόνι σου· πόθος συνέχει με, φέρειν οὐ δύναμαι, τῆς ὀσμῆς σου τὰ κελεύσματα, ἅ καθ ᾿ ἡμέραν μοι, πέμπεις μοι Κυρία Θεόνυμφε, ὡς δῶρόν σου βασίλειον, τῷ πτωχῷ καὶ τάλανι τέκνῳ σου. Ὅθεν μοι παράσχου, πολλάκις σὴν Εἰκόνα προσκυνεῖν, καὶ κατασπάζεσθαι Δέσποινα, τὴν σεπτὴν Ἐσθῆτά σου. Ὁ Ἱερεῦς: Σῶσον ὁ Θεὸς τὸν λαόν σου.........κ.λ.π. Ὠͺδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας. Ὀμβρισόν μοι Παρθένε, Μυροβλύτισσα φίλον, ἐμὸν προσφύγιον, ἐν σώματι τὴν ῥῶσιν, χαρὰν δὲ τῇ καρδίᾳ, ὡ ἄν κράζω τῇ Σκέπῃ σου· χαῖρε Μαρία σεμνή, καὶ Κεχαριτωμένη. Ὑπέρ πάντας τυγχάνω, ἐνδεὴς τῶν χαρίτων, καὶ πένης Ἄνασσα, ἀλλὰ τῷ σῷ ἐλέει, σῆς θείας εὐωδίας, ἀπολαύων κραυγάζω σοι· χαῖρε Μαρία σεμνή, καὶ Κεχαριτωμένη. Λυτρωθείην ὁ τάλας, ἐν καιρῷ τῆς ἐξόδου, τῇ μεσιτείᾳ σου, δαιμόνων κακουργίας, Ταρτάρου τε δυσώδους, ἐκφωνῶν σοι Πανύμνητε· χαῖρε Μαρία σεμνή, καὶ Κεχαριτωμένη. Ἡ τιμία σου Ζώνη , καὶ Ἐσθής Θεοτόκε, ἡ παναγία σου, παρέχουσιν ἰάσεις, καὶ ῥύονται δαιμόνων, ἐκ μανίας τοὺς ψάλλοντας· χαῖρε Μαρία σεμνή, καὶ Κεχαριτωμένη. Ὠͺδή η ΄. Τὸν Βασιλέα. Νέμεις τὴν χάριν, ἁμαρτωλοῖς καὶ δικαίοις, ὡς ὁ ἥλιος Μῆτερ τῷ κόσμῳ, θέλουσα τοὺς πάντας, ἐλθεῖν εἰς σωτηρίαν. Μυροσταγῆ σε Θεοχαρίτωτε Κόρη πηγὴν θείαν ἐν Ἄνδρῳ γινώσκω, στά- ζουσαν ἀφθόνως, τῆς χάριτος τὰ ῥεῖθρα Ὑπερπηδᾶν με, τὰς τοῦ δολίου παγίδας καὶ τὰς θλίψεις βαστάζειν τοῦ βίου, Δέσποινα τοῦ κόσμου, ἐνίσχυσον τὸν δοῦλον. Ῥόδων καὶ κρίνων, ἡ ἐκλεκτὴ εὐωδία, οὐκ ἰσχύει Παντάνασσα Κόρη, μύρου σου καλύψαι, ὀσμὴν τὴν οὐρανίαν. Ὠͺδὴ θ΄.Κυρίως Θεοτόκον. Ὀρέξειας τὴν χεῖρα, Ἄσπιλε Παρθένε, τοῖς ἐν πολέμοις, καὶ θλίψεσι τέκνοις σου, τοῖς ἐκβοῶσιν ἐν πίστει, σὸν θεῖον ὄνομα. Ἰάτειρα τοῦ κόσμου, τοὺς ἐγχριομένους, σῷ ξένῳ μύρῳ, ἐν τάχει θεράπευσον, καὶ τὴν χαρὰν εὐτεκνίας, σοῖς δούλοις δώρησαι. Σεισμοῦ τοῦ πανωλέθρου, καὶ πυρὸς μανίας, τοὺς προσιόντας σοι Μῆτερ διάσωσον· σὺ γὰρ ὑπάρχεις προστάτις ἡμῶν καὶ ἔφορος. Ἄξιον ἐστι, καὶ τὰ παρόντα Μεγαλυνάρια. Τὴν πεποικιλμένην ἐν κροσσωτοῖς, δόξης οὐρανίου, ἀνυμνήσωμεν οἱ πιστοί, ἀειπαρθενίας, τὸ τρίαστρον τὴν μόνην, ἐν κόσμῳ κεκτημένην, ὡς Μητροπάρθενον. Χαίροις Νικολάου θεία Μονή, ἡ ἐν τοῖς λειψάνοις, σεμνωμένη τῇ πλησμονῇ, καὶ ἐν τοῖς ἐσχάτοις, ἀξιωθεῖσα ἔχειν, Θεόπαιδα Μαρίας, ἐπισκεπτήρια. Μυροθήκη ὄντως ἐκ θαυμαστοῦ, μύρου ἡ Εἰκών σου, ἡ ἐν Ἄνδρῳ πέλει ἡμῖν, καὶ πληροῖ Παρθένε, ἀρώματος εὐώδους, προσκυνητῶν σου πλήθη, χεόντων δάκρυα. Ὤσπερ ἐν τῇ μνήμῃ σου Μαριάμ, κρίνοι ἐξανθοῦσι, θαυμασίως ἐν τῷ Ναῷ, οὕτω τῇ ψυχῇ μου, ἐξηραμμένη οὔση, κατάπεμψον τὴν χάριν, ἀναβλαστήσεως. Μυροῤῥυτος κρήνη ἡ σὴ Εἰκών, πέλει Θεοτόκε Μυροβλύτισσα θαυμαστή, πᾶσι χορηγοῦσα, τὴν οὐράνιαν δρόσον, καὶ ἐν Ὀρθοδοξίᾳ, κατασφαλίζουσα. Δάκρυα προχέουσαν συμπαθῶς, ὁρᾶν σε Παρθένε, οὐ βαστάζω ὁ ταπεινός· σὺ γὰρ ὑπὲρ πάντων, στενάζεις καὶ δακρύεις, Παραμυθία κόσμου, καὶ πάντων Πρέσβειρα. Ἡγουμένῳ Μῆτερ θεοφιλεῖ, καὶ τοῖς ὑμνηπόλοις, νεωκόροις τε μοναχοῖς, δώρησαι ὑγείαν καὶ ῥῶσιν οὐρανόθεν, ὡς ἄν συντόνως Οἴκῳ, τῷ σῷ δουλεύωσιν. Ἰάσεις καρκίνου ἐκ χαλεποῦ, καὶ πάσης λοιμώδους, ἀνηκέστου ἐπιφορᾶς τὸ σὸν μύρον Κόρη, ἐπιτελεῖ ἐν τάχει, καὶ τὰς ψυχὰς λυτροῦται, πάσης στενώσεως. Χαίροις νῆσος Ἄνδρος ἡ εὐαγής, ἡ θείους Πατέρας , ἀναδείξασα τῇ σῇ γῇ, νῦν δὲ ἐξαιρέτως, τὴν χάριν κεκτημένη, ὡς σκέπην ἐξαισίαν, τῆς Μυροβλύτιδος. Τῇ σῇ εὐστοργίᾳ τῇ
τῇ μητρικῇ, Δέσποινα τοῦ κόσμου, καταφεύγωμεν οἱ πιστοί, καὶ διὰ τοῦ μύρου, χριόμενοι ἐν πόθῳ, συγχώρησιν πταισμάτων, Μῆτερ αἰτούμεθα. Φύλαττε ἐκ πάσης ἐπιβουλῆς, Μυροβόλε Κόρη, συνοδίαν τῆς σῆς Μονῆς, καὶ καταξιώσαις, ἕως τῆς συντελείας, τὴν Μάνδραν σου προσμεῖναι, θεῖον προπύργιον. Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς. Τὸ Τρισάγιον , καὶ τὸ Ἀπολυτίκιον. Ἦχος Α΄. Τῆς ἐρήμου πολίτης. Ἡ Μυρόβλητος κρήνη, τῆς Εἰκόνος σου Ἄχραντε, ἡ ἐν Νικολάου τῇ Μάνδρα, ἐν τῇ Ἄνδρῳ ὑπάρχουσα, ἰάματα ἐκβλύζει τοῖς πιστοῖς, καὶ μύρον εὐωδίας θαυμαστῆς· ὅθεν ταύτην προσκυνοῦμεν πανευλαβῶς, καὶ πόθῳ ἀνακράζομεν· χαίροις ἡ " Ῥίζα Ἰεσσαί", χαίροις πηγὴ μυρόῤῥυτε, χαίροις ἰάτειρα σεπτή, Μυρόπνοε Δέσποινα. Ἐκτενής, καὶ ἡ Ἀπόλυσις, μεθ ᾿ ἥν ψάλλομεν τὸ ἐξῆς: Ἦχος β΄. Πάντων προστατεύεις. Δεῦτε, φιλοθέων οἱ χοροί, Μάνδρᾳ τῇ ἁγίᾳ ἐν Ἄνδρῳ, μετ ᾿ εὐλαβείας πολλῆς, σπεύσωμεν ὐπόπτεροι, καὶ ἀσπασθῶμεν θερμῶς, τὴν Εἰκόνα τὴν πάντιμον, ἥ ῥέει τὰ μύρα, ὡς Παντοβασίλισσα καὶ μυροφόρος πηγή, μύρῳ δὲ ἁγίῳ χρισθέντες, πλήρωσιν αἰτήσεων σχῶμεν, ἐκ τῆς κυησάσης τὸν Φιλάνθρωπον. Δίστιχα. Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πᾶσης ἀνάγκης καὶ θλίψεως. Τῆν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατήθημι Μῆτερ τοῦ Θεοῦ φύλαξον με ὑπὸ τὴν σκέπην σου. Χριστοφρόνως, Ἄχραντε, διάγειν βίον, Θεοτέκνην δούλην σου καταξιώσαις. Μάνδραν Πρωτομάρτυρος εὐλογηθῆναι, Θεοτέκνη δέεται τῇ Μυροῤῥύτῳ. ΤΕΛΟΣ ΚΑΙ ΤΩͺ ΘΕΩͺ Η ΔΟΞΑ.
Μαρία Χαριτωμένη

Σχόλια

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο